Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 24.187 | Dem. 24.191 (English) | >>Dem. 24.193 |
24.189εἰ δὲ τοῦ πᾶσι συμφέροντος εἵνεκα ταῦτα νομοθετῆσαι φήσεις , μὴ λέγε τὴν ἔκτισιν τὴν τούτων · οὐδὲν γὰρ κοινωνεῖ τῷ νόμῳ τῷδε · ἀλλʼ ὡς ἐπιτήδειός ἐστιν καὶ καλῶς ἔχων ὁ νόμος , τοῦτο δίδασκε . τοῦτο γάρ ἐσθʼ ὑπὲρ οὗ σὺ μὲν εἰσενεγκεῖν φῄς , ἐγὼ δὲ γέγραμμαι τἀναντία φάσκων , κρῖναι δὲ προσήκει τουτουσί . καίτοι καὶ τοῦτʼ οὐκ ἀπορήσαιμʼ ἂν δεῖξαι , πάντα μᾶλλον ἢ κατὰ τοὺς νόμους πεποιημένους τὴν ἔκτισιν ἐκείνους τὴν τῶν χρημάτων · ἀλλὰ μὴ περὶ τούτων ὑμῶν οἰσόντων τὴν ψῆφον , τί δεῖ ταῦτα λέγοντʼ ἐνοχλεῖν με νυνί ;
οἶμαι τοίνυν αὐτὸν οὐδʼ ἐκείνων ἀφέξεσθαι τῶν λόγων , ὡς δείνʼ ἂν πάθοι , εἰ γράψας ὅπως Ἀθηναίων μηδεὶς δεθήσεται αὐτὸς πείσεταί τι κακόν , καὶ ὅτι τοὺς νόμους ὡς πραοτάτους καὶ μετριωτάτους εἶναι ὑπὲρ τῶν ἀδυνάτων μάλιστʼ ἐστίν . πρὸς δὴ τοὺς τοιούτους λόγους βέλτιον ἀκηκοέναι μικρὰ πάντας ὑμᾶς , ἵνʼ ἧττον ἐξαπατᾶσθε .
24.191ὅταν μὲν γὰρ λέγῃ , ὅπως μηδεὶς Ἀθηναίων δεθήσεται , μὴ λανθανέτω ψευδόμενος ὑμᾶς . οὐ γὰρ τοῦτο τέθηκεν , ἀλλʼ ὅπως ὑμεῖς ἄκυροι τῶν προστιμημάτων ἔσεσθε · καὶ τὴν μεθʼ ὅρκου καὶ λόγου καὶ κρίσεως ψῆφον ἐνηνεγμένην ἀνάδικον καθίστησιν . μὴ δὴ ταῦθʼ ὑμῖν τῶν ἐκ τοῦ νόμου ῥημάτων ἐκλέξας λεγέτω , ἃ φιλανθρωπότατʼ ἐστὶν ἀκοῦσαι · ἀλλʼ ὅλον δεικνύτω τὸν νόμον ἑξῆς , καὶ τὰ συμβαίνοντʼ ἐξ αὐτοῦ σκοπεῖν ἐάτω . εὑρήσετε γὰρ ταῦτʼ ὄνθʼ ἃ ἐγὼ λέγω , καὶ οὐχ ἅ φησιν οὗτος .
24.190
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 24.187 | Dem. 24.191 (English) | >>Dem. 24.193 |